Pempti Odi Kanona Me Katavasia

Pempti Odi Kanona Me Katavasia

Choir Of Vatopedi Fathers

Альбом: Agion Pasha
Длительность: 3:12
Год: 2002
Скачать MP3

Текст песни

ᾨδὴ ε´. Ὁ Εἱρμός. 

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον, προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, 
δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Τροπάρια

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι.
 
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο, Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ, ἐκ τοῦ μνήματος ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν, 
ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Εἶτα Καταβασία. Ὀρθρίσωμεν ὄρθρου.... 

Καί 


Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἀναστὰς ὁ Ἰησοῦς, ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος.