Erhomenos O Kirios, Idiomelo Enon
Choir Of Vatopedi Fathers
3:19Ἰδιόμελον Ἑσπερινοῦ Μεγάλης Παρασκευῆς Ἦχος πλάγιος τοῦ β΄. Σήμερον ὁ Δεσπότης τῆς κτίσεως, παρίσταται Πιλάτῳ, καὶ Σταυρῷ παραδίδοται ὁ κτίστης τῶν ἁπάντων, ὡς ἀμνὸς προσαγόμενος τῇ ἰδίᾳ βουλήσει τοῖς ἥλοις προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται, καὶ τῷ σπόγγῳ προσψαύεται, ὁ μάννα ἐπομβρήσας τὰς σιαγόνας ῥαπίζεται, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ ὑπὸ τῶν ἰδίων δούλων ἐμπαίζεται, ὁ Πλάστης τῶν ἁπάντων. Ὢ Δεσπότου φιλανθρωπίας! Ὑπὲρ τῶν σταυρούντων παρεκάλει τὸν ἴδιον Πατέρα, λέγων Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην οὐ γὰρ οἴδασιν οἱ ἄνομοι, τί ἀδίκως πράττουσι.