Simeron Se Theorousa, Idiomelo Apostihon Megalis Paraskevis

Simeron Se Theorousa, Idiomelo Apostihon Megalis Paraskevis

Choir Of Vatopedi Fathers

Длительность: 3:17
Год: 2020
Скачать MP3

Текст песни

Ἕτερον. Ἦχος ὁ αὐτός.

Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν,
καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.

Σήμερον σὲ θεωροῦσα, ἡ ἄμεμπτος Παρθένος
ἐν Σταυρῷ, Λόγε, ἀναρτώμενον,
ὀδυρομένη μητρῷα σπλάγχνα,
ἐτέτρωτο τὴν καρδίαν πικρῶς
καὶ στενάζουσα ὀδυνηρῶς ἐκ βάθους ψυχῆς,
παρειὰς σὺν θριξὶ καταξαίνουσα, κατετρύχετο
διὸ καὶ τὸ στῆθος τύπτουσα, ἀνέκραζε γοερῶς
Οἴμοι, Θεῖον τέκνον! Οἴμοι τὸ φῶς τοῦ κόσμου!
Τὶ ἔδυς ἐξ ὀφθαλμῶν μου, ὁ Ἀμνὸς τοῦ Θεοῦ
Ὅθεν αἰ στρατιαὶ τῶν ἀσωμάτων,
τρόμῳ συνείχοντο λέγουσαι
Ἀκατάληπτε Κύριε, δόξα σοι.