Ton Pathon Tou Kiriou Tas Aparhas, Kathisma Tritis Stihologias
Choir Of Vatopedi Fathers
4:51Ἀναστάσιμα Εὐλογητάρια Ἦχος πλάγιος τοῦ α΄. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰσχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου, πάντας ἐλευθερώσαντα. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ μαθήτριαι κιρνᾶτε ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς μυροφόροις Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ἥσθητε ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωΐ, μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος καὶ εἶπε θρήνου ὁ καιρὸς πέπαυται μὴ κλαίετε τὴν Ἀνάστασιν δὲ Ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου Σῶτερ ἐνηχοῦντο Ἄγγελος δὲ πρὸς αὐτὰς ἔφη λέγων Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Τριαδικόν Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ οὐσίᾳ σὺν τοῖς Σεραφείμ, κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον Ζωοδότην τεκοῦσα, ἁμαρτίας Παρθένε, τὸν Ἀδὰμ ἐλυτρώσω χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες ῥεύσαντας ζωῆς ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, Δόξα σοι, ὁ Θεός. (γ΄)